Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε ‘σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.’
πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ‘ὅπως’ ἔφη ‘μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.’
μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν: ὁ δὲ ‘ὅπως’ εἶπε ‘μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.’
ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ‘ὅπως’ εἶπε ‘πλείω τοὺς ἐχθροὺς βλάπτοιμεν. [p. 157] ’
ἄλλου: δ᾽ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ‘ἵνα’ ἔφη ‘μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.