Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι: μεθ᾽ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ᾽ αὐτῶν.
πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι: διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.