Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διά τί ταῦτα συνεστήσατο καὶ μεθ᾽ ὅπλων κατ᾽ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ‘ὅπως’ εἶπεν ‘ἐξ, ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις τὸ ἀμπλάκημα: ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ, καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.’
ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς; [p. 152] οὐδὲ χρῆσθαι οὐδὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις ‘ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.