Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, ‘οὐ μὰ τοὺς θεούς’ ἔφη ‘ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.’
Ἠρώνδου
Ἡρώνδας, Ἀθήνησιν ἁλόντος; τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.
Θεαρίδου
Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν ‘ὀξύτερον διαβολῆς.’
Θεμιστείου
Θεμιστέας 1 προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν