Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ 1 περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, ‘ὅπως’ ἔφη ‘καὶ ἐν πολεμίοις 2 πιστεύωμεν ἀλλήλοις.’
Ζευξιδάμου
Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ‘ὅτι ’ ἔφη ‘συνεθίζεσθαι δεῖ 3 ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν. [p. 137] ’