Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ᾽ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου ‘ἀλλ᾽ οἱ ἐμοὶ ξένοι’ εἶπε ‘τὰ δίκαια δι᾽ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.’
ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται: ‘νὴ Δία᾽’ ἔφη ‘καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλ᾽ ὡς γυναιξὶν ἐνοικεῖν.’
Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, ‘μειράκιον’ ἔφη ‘οἱ λόγοι σου πολλῆς δυνάμεως 1 δέονται. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.