Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑκάστῳ προσφέρῃ, ‘εἰ μὲν πολὺς οἶνός’ ἔφη 1 ‘ἐστὶ παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ: εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι.’
κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ‘ὡς σφόδρα πονηρός’ εἶπεν ‘ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.’
ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, ‘οὐδὲ σκυτοτόμον ’ [p. 101] ἔφησεν ‘εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι.’
φαμένου δὲ τινός ποτε πρὸς αὐτὸν ‘ὡμολόγηκας,’ καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ‘ναὶ δῆτα, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.