Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο, πῶς πρὸς ἀλλήλους ἔχουσιν οἱ Ἕλληνες: καὶ ὁ Δημάρατος ‘πάνυ γοῦν’ ἔφη σοὶ ‘περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων’ ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπ᾽ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν: ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα ‘καὶ μὴ βασίλευε [p. 21] ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.