Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε: τῇ δ᾽ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι: καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας, ‘ἐμέ,’ εἶπεν, ‘οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.’
τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετ᾽ αὐτὸν ἔχειν ἡγεμονίαν, ‘οὐδὲ σοί,’ ἔφη, ‘τοῦτο λυσιτελές ἐστιν: Ἠπειρῶται γάρ, ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπ᾽ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.’
ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν