previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον: ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά [p. 236] τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα: καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλ᾽ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον. [2] εἶτ᾽ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπ᾽ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους: Καμουλᾶτος δὲ ἐκαλεῖτο. τοῦτον ἰδὼν Βροῦτος ἤλγησεν ἰσχυρῶς: καὶ τὰ μὲν ὑπ᾽ ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου. [3] καὶ τῷ μὲν καθ᾽ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος: καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις: τὸ δ᾽ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ᾽ ἔφυγε πρῶτον, [4] οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον. τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε: τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος, [5] ἐνταῦθα καὶ Μᾶρκος Κάτωνος [p. 238] υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις; τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδ᾽ εἶξεν, ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων, ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: