previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπέπρακτο δ᾽ οὕτω τὰ κατ᾽ αὐτόν, οὔτε τὴν πρώτην ἐκδρομὴν τῶν περὶ Βροῦτον ἡδέως εἶδεν ἄνευ συνθήματος καὶ προστάγματος γενομένην, οὔθ᾽ ὅτε κρατοῦντες εὐθὺς ὥρμησαν ἐφ᾽ ἁρπαγὴν καὶ ὠφέλειαν, τοῦ περιϊέναι καὶ κυκλοῦσθαι τοὺς πολεμίους ἀμελήσαντες, ἤρεσκεν αὐτῷ τὰ πραττόμενα. [2] μελλήσει δέ τινι καὶ διατριβῇ μᾶλλον προθυμίᾳ καὶ λογισμῷ στρατηγῶν ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων περιελαμβάνετο: καὶ τῶν ἱππέων εὐθὺς ἀπορραγέντων φυγῇ πρὸς τὴν θάλασσαν ὁρῶν καὶ τοὺς πεζοὺς ἐνδιδόντας ἐπειρᾶτο κατέχειν καὶ παρακαλεῖν. ἑνὸς δὲ σημειοφόρου φεύγοντος ἀφαρπάσας τὸ σημεῖον ἔπηξε πρὸ τῶν ποδῶν, μηδὲ τῶν περὶ τὸ σῶμα τεταγμένων αὑτοῦ προθύμως ἔτι συμμενόντων. [3] οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετ᾽ ὀλίγων ἐπὶ λόφον ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλ᾽ αὐτὸς μὲν οὐδὲν κατεῖδεν μόλις τὸν χάρακα πορθούμενον, ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν, οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας, οὓς Βροῦτος ἔπεμψεν. εἴκασε δ᾽ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπ᾽ αὐτόν. ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε κατοψόμενον. [4] οὗτος οὐκ ἔλαθε τοὺς ἱππέας προσιών, ἀλλ᾽, ὡς εἶδον ἄνδρα φίλον καὶ Κασσίῳ πιστόν, ἀλαλάξαντες ὑφ᾽ [p. 224] ἡδονῆς οἱ μὲν συνήθεις ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο καταπηδῶντες ἀπὸ τῶν ἵππων, οἱ δ᾽ ἄλλοι περὶ αὐτὸν ἐν κύκλῳ περιελαύνοντες ἅμα παιᾶνι καὶ πατάγῳ διὰ χαρᾶς ἀμετρίαν τὸ μέγιστον ἀπειργάσαντο κακόν.

[5] ἔδοξε γὰρ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον, καὶ τοῦτο δὴ φήσας, ‘φιλοψυχοῦντες ἀνεμείναμεν ἄνδρα φίλον ἁρπαζόμενον ὑπὸ τῶν πολεμίων ἰδεῖν,’ ἀπεχώρησεν εἴς τινα σκηνὴν ἔρημον, ἕνα τῶν ἀπελευθέρων ἐφελκυσάμενος, Πίνδαρον, ὃν ἐκ τῶν κατὰ Κράσσον ἀτυχημάτων ἐπὶ ταύτην εἶχε τὴν ἀνάγκην ὑφ᾽ αὑτοῦ παρεσκευασμένον. [6] ἀλλὰ Πάρθους μὲν διέφυγε, τότε δὲ τὰς χλαμύδας ἐπὶ τὴν κεφαλὴν ἀναγαγὼν καὶ γυμνώσας τὸν τράχηλον ἀποκόψαι παρέσχεν. εὑρέθη γὰρ κεφαλὴ δίχα τοῦ σώματος, τὸν δὲ Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς. [7] ὀλίγῳ δ᾽ ὕστερον οἵ θ᾽ ἱππεῖς ἐγένοντο φανεροί, καὶ Τιτίνιος ἐστεφανωμένος ὑπ᾽ αὐτῶν ἀνῄει πρὸς Κάσσιον. ὡς δὲ κλαυθμῷ καὶ βοῇ τῶν φίλων ὀδυρομένων καὶ δυσφορούντων ἔγνω τὸ πάθος τοῦ στρατηγοῦ καὶ τὴν ἄγνοιαν, ἐσπάσατο τὸ ξίφος καὶ πολλὰ κακίσας τῆς βραδυτῆτος ἑαυτὸν ἀπέσφαξε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: