Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον ὁ Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖπε καὶ μετέστησε τὴν βουλήν, ὥστε ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε: καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον, ἑταῖρον αὐτοῦ: καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

