Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ
[p. 82]
πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπ᾽ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

