Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθηναίοις ἀποκέκοπτο: χαλεπὴν δὲ καὶ διὰ γῆς τὴν σωτηρίαν ὁρῶντες οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ ταὐτὸ πάντως ἀφιξομένους τέλος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

