Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἀλλ᾽
ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον,
αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν
τοῖς ἐκβιάζεσθαι δοκοῦσιν.
ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν
Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον
ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ
συγκινούμενον, ‘ὁρᾷς,’ εἶπεν, ‘ὦ βασιλεῦ, τὸν
βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους
φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός
ἐστι.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

