Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
‘πῶς
γὰρ οὐ δεινὸν,’ εἶπεν, ‘εἰ,
φήμης περὶ νίκης ἀβεβαίου
πρότερον εἰς τὴν πόλιν ἐμπεσούσης, ἐθύσατε τοῖς
θεοῖς εὐχόμενοι τοῦ λόγου τούτου ταχέως ἀπολαβεῖν
τὴν ὄψιν, ἥκοντος δὲ τοῦ στρατηγοῦ μετὰ
τῆς ἀληθινῆς νίκης ἀφαιρεῖσθε τῶν μὲν θεῶν τὴν τ
ιμήν, αὑτῶν δὲ τὴν χαράν, ὡς φοβούμενοι θεάσασθαι
τὸ μέγεθος τῶν κατορθωμάτων ἢ φειδόμενοι
τοῦ πολεμίου; καίτοι κρεῖττον ἦν τῷ πρὸς
ἐκεῖνον ἐλέῳ, μὴ τῷ πρὸς αὐτοκράτορα φθόνῳ
λυθῆναι τὸν θρίαμβον.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

