Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ δ᾽
οὐκ ἠγάπησεν, ἀλλ᾽ ἐπηκολούθει καὶ συνήλαυνεν
[p. 134]
ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δ᾽ ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς
Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ τοῖς φεύγουσι τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

