Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμίξαντας αὐτῷ μάλιστα, τοὺς δ᾽ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους, καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος. ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν ἀπεχώρουν οἱ πολέμιοι δείσαντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

