Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δ᾽ ἀναστάντι τῷ Μαρκίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπ᾽ αἰδοῦς ἐνεδίδου καὶ παρεῖχεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαίροντες εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετ᾽ εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός. ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ
[p. 216]
πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δ᾽ ὅλως τὸ ἔγκλημα τοῦ μεγέθους τῆς χάριτος ἦν μαρτύριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

