Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
‘αὐταί γε
ἡμεῖς,’ εἶπεν, ‘ὦ
Οὐολουμνία, καὶ σύ, Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτ᾽ ἄρχοντος κελεύσαντος, ἀλλ᾽ ὁ θεὸς ἡμῶν, ὡς ἔοικεν, οἰκτείρας τὴν ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτηρίαν μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα δόξαν ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέμων συναγαγοῦσαι πατέρας καὶ
[p. 202]
ἄνδρας.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

