Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ Ῥωμαῖοι τά τ᾽ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς, καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν . ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν
πόλεμον ὁ πατὴρ, εἴτε διὰ γῆρας καὶ ἀσθένειαν
[p. 188]
εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφ᾽ ἵππον προσῄει διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δ᾽ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ δι᾽ αὑτοῦ προσελθεῖν, εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

