Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ
πρὸς τοὺς παρόντας εἰπών, ‘βασιλεὺς ὑμῖν γέγονεν, ὦ
Σπαρτιᾶται,’ κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ καὶ Χαρίλαον ὠνόμασε
διὰ τὸ τοὺς πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ τὸ φρόνημα καὶ
τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν, ἦν δὲ καὶ τἆλλα
περίβλεπτος ὑπὸ τῶν πολιτῶν, καὶ [p. 212] πλείονες ἐγένοντο τῶν ὡς
ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ δι᾽
ἀρετὴν προσέχοντες αὐτῷ καὶ ποιεῖν ἐθέλοντες ἑτοίμως τὸ προσταττόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

