Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας ( οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν ( οἱ δ᾽ Ἀσκανίῳ τῷ Αἰνείου), λέγουσι τοὔνομα θέσθαι τῇ πόλει: οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ
Κίρκης, οἰκίσαι τὴν πόλιν: οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ
Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν
Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους. οὐ μὴν οὐδ᾽ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ
τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ].
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

